Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.1 Dem. 51.7 (English) >>Dem. 51.9

51.5τὰ σκεύη τοίνυν, ὅσα δεῖ παρέχειν τὴν πόλιν τοῖς τριηράρχοις, ἐγὼ μὲν ἐκ τῶν ἰδίων ἀνήλωσα καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, οὗτοι δʼ ὑμετέροις κέχρηνται καὶ τῶν σφετέρων οὐδὲν εἰς ταῦτα προεῖνται. καὶ μὴν οὐδʼ ἂν ἐκεῖνό γʼ ἔχοιεν εἰπεῖν, ὡς ἀνεπειρῶντʼ ἐμοῦ πρότεροι· πρὶν γὰρ ἧφθαι μόνον τῆς τριήρους τούτους ἐπεπλήρωτό μοι, καὶ πάντες ἑωρᾶθʼ ὑμεῖς ἀναπειρωμένην τὴν ναῦν. 51.6ἔτι τοίνυν ὑπηρεσίαν τὴν κρατίστην ἔλαβον, πολλῷ πλεῖστον ἀργύριον δούς. οὗτοι δʼ εἰ μὲν εἶχον χείρονʼ ἡμῶν, οὐδὲν ἂν ἦν δεινόν· νῦν δʼ οὐδʼ ὁποιαντινοῦν μεμίσθωνται, περὶ τοῦ πλείονος ἀντιλέγοντες. καίτοι πῶς εἰσιν δίκαιοι ταῦτα μὲν ὕστερον ἐξαναπληροῦν, νῦν δʼ ὡς πρῶτοι παρασκευασάμενοι τὸν στέφανον λαβεῖν;

51.7ἡγοῦμαι τοίνυν, ὅτι μὲν δικαιότατʼ ἂν στεφανώσαιτʼ ἐμέ, καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν ὑμᾶς· ὅτι δʼ οὐκ ἔνεστι μόνοις τούτοις περὶ τοῦ στεφάνου λόγος, τοῦτʼ ἐπιδεῖξαι βούλομαι. πόθεν οὖν τοῦτο μάλιστʼ ἔσται δῆλον; ἀφʼ ὧν αὐτοὶ πεποιήκασιν· σκεψάμενοι γὰρ τὸν ἐξ ἐλαχίστου τριηραρχεῖν βουλόμενον, μεμισθώκασι τὴν λῃτουργίαν. καίτοι πῶς οὐκ ἄδικον τῶν μὲν ἀναλωμάτων ἀφεστηκέναι, τῶν δὲ γιγνομένων διʼ ἐκεῖνα τιμῶν ἀξιοῦν αὑτοῖς μετεῖναι; καὶ τοῦ μὲν μὴ περιορμίσαι τὴν ναῦν τότε τὸν μεμισθωμένον αἰτιᾶσθαι, τῶν δὲ καλῶς δεδιακονημένων νῦν αὑτοῖς κελεύειν χάριν ὑμᾶς ἔχειν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 51.1 Dem. 51.7 (English) >>Dem. 51.9

Powered by PhiloLogic